Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.126 Joseph. BJ 4.133 (English) >>Joseph. BJ 4.140

4.131ἐκινεῖτο δʼ ἐν ἑκάστῃ πόλει ταραχὴ καὶ πόλεμος ἐμφύλιος, ὅσον τε ἀπὸ Ῥωμαίων ἀνέπνεον εἰς ἀλλήλους τὰς χεῖρας ἐπέστρεφον. ἦν δὲ τῶν ἐρώντων τοῦ πολέμου πρὸς τοὺς ἐπιθυμοῦντας εἰρήνης ἔρις χαλεπή. 4.132καὶ πρῶτον μὲν ἐν οἰκίαις ἥπτετο τῶν ὁμονοούντων πάλαι τὸ φιλόνεικον, ἔπειτα ἀφηνιάζοντες ἀλλήλων οἱ φίλτατοι λαοὶ καὶ συνιὼν ἕκαστος πρὸς τοὺς τὰ αὐτὰ προαιρουμένους ἤδη κατὰ πλῆθος ἀντετάσσοντο. 4.133καὶ στάσις μὲν ἦν πανταχοῦ, τὸ νεωτερίζον δὲ καὶ τῶν ὅπλων ἐπιθυμοῦν ἐπεκράτει νεότητι καὶ τόλμῃ γηραιῶν καὶ σωφρόνων. 4.134ἐτράποντο δὲ πρῶτον μὲν εἰς ἁρπαγὰς ἕκαστοι τῶν ἐπιχωρίων, ἔπειτα συντασσόμενοι κατὰ λόχους ἐπὶ λῃστείαν τῶν κατὰ τὴν χώραν, ὡς ὠμότητος καὶ παρανομίας ἕνεκεν αὐτοῖς μηδὲν Ῥωμαίων τοὺς ὁμοφύλους διαφέρειν καὶ πολὺ τοῖς πορθουμένοις κουφοτέραν δοκεῖν τὴν ὑπὸ Ῥωμαίοις ἅλωσιν. 4.135

Οἱ φρουροὶ δὲ τῶν πόλεων τὰ μὲν ὄκνῳ τοῦ κακοπαθεῖν, τὰ δὲ μίσει τοῦ ἔθνους οὐδὲν μικρὰ προσήμυνον τοῖς κακουμένοις, μέχρι κόρῳ τῶν κατὰ τὴν χώραν ἁρπαγῶν ἀθροισθέντες οἱ τῶν πανταχοῦ συνταγμάτων ἀρχιλῃσταὶ καὶ γενόμενοι πονηρίας στῖφος εἰς τὰ Ἱεροσόλυμα παρεισφθείρονται, 4.136πόλιν ἀστρατήγητον καὶ πατρίῳ μὲν ἔθει πᾶν ἀπαρατηρήτως δεχομένην τὸ ὁμόφυλον, τότε δʼ οἰομένων ἁπάντων τοὺς ἐπιχεομένους πάντας ἀπʼ εὐνοίας ἥκειν συμμάχους.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.126 Joseph. BJ 4.133 (English) >>Joseph. BJ 4.140

Powered by PhiloLogic